Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.167 Dem. 21.170 (English) >>Dem. 21.173

21.169εἰ τοίνυν ὡς ἀληθῶς, ἄνδρες Ἀθηναῖοι, οἷάπερ φήσει καὶ καταλαζονεύσεται πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα, τοιαῦτʼ ἦν αὐτῷ τὰ λελῃτουργημένα καὶ πεπραγμένα, καὶ μὴ τοιαῦθʼ οἷʼ ἐγὼ δεικνύω, οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν. ἐγὼ γὰρ οἶδʼ ὅτι πολλοὶ πολλὰ κἀγάθʼ ὑμᾶς εἰσιν εἰργασμένοι, οὐ κατὰ τὰς Μειδίου λῃτουργίας, οἱ μὲν ναυμαχίας νενικηκότες, οἱ δὲ πόλεις εἰληφότες, οἱ δὲ πολλὰ καὶ καλὰ ὑπὲρ τῆς πόλεως στήσαντες τρόπαια· 21.170ἀλλʼ ὅμως οὐδενὶ πώποτε τούτων δεδώκατε τὴν δωρειὰν ταύτην οὐδʼ ἂν δοίητε, ἐξεῖναι τοὺς ἰδίους ἐχθροὺς ὑβρίζειν αὐτῶν ἑκάστῳ, ὁπότʼ ἂν βούληται καὶ ὃν ἂν δύνηται τρόπον. οὐδὲ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι· τούτοις γὰρ δὴ μέγισται δέδονται δωρειαὶ παρʼ ὑμῶν καὶ ὑπὲρ μεγίστων. οὐδʼ ἂν ἠνέσχεσθε, εἰ προσέγραψέ τις ἐν τῇ στήλῃἐξεῖναι δὲ καὶ ὑβρίζειν αὐτοῖς ὃν ἂν βούλωνται·” ὑπὲρ γὰρ αὐτοῦ τούτου τὰς ἄλλας ἔλαβον δωρειάς, ὅτι τοὺς ὑβρίζοντας ἔπαυσαν.

21.171ὅτι τοίνυν καὶ κεκόμισται χάριν, ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν, οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν (μικρὰ γὰρ αὕτη γέ τις ἦν), ἀλλὰ καὶ τῶν μεγίστων, καὶ τοῦτο βούλομαι δεῖξαι, ἵνα μηδʼ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ. ὑμεῖς γάρ, ἄνδρες Ἀθηναῖοι, ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν, ὄντα τοιοῦτον οἷός ἐστι, καὶ πάλιν ἵππαρχον, ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον, καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην, καὶ τὰ τοιαῦτα δή.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.167 Dem. 21.170 (English) >>Dem. 21.173

Powered by PhiloLogic